Add parallel Print Page Options

22 οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν [a]ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν [b]κύριον. 23 [c]ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, 24 εἰδότες ὅτι ἀπὸ κυρίου [d]ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· [e]τῷ κυρίῳ Χριστῷ δουλεύετε· 25 [f]γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία. οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν [g]οὐρανῷ.

Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι’ ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:22 ὀφθαλμοδουλίαις WH Treg RP ] ὀφθαλμοδουλίᾳ NIV
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:22 κύριον WH Treg NIV ] θεόν RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:23 WH Treg NIV ] καὶ πᾶν ὃ τι RP
  4. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:24 ἀπολήμψεσθε WH Treg NIV ] λήψεσθε RP
  5. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:24 τῷ WH Treg NIV ] + γὰρ RP
  6. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:25 γὰρ WH Treg NIV ] δὲ RP
  7. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:1 οὐρανῷ WH Treg NIV ] οὐρανοῖς RP